Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.92.5 | Hdt. 2.93.4 (English) | >>Hdt. 2.94.2 |
2.93.2 ἐπεὰν δὲ πλήρεες γένωνται ἐν τῇ θαλάσσῃ , ἀναπλώουσι ὀπίσω ἐς ἤθεα τὰ ἑωυτῶν ἕκαστοι , ἡγέονται μέντοι γε οὐκέτι οἱ αὐτοί , ἀλλὰ τῶν θηλέων γίνεται ἡ ἡγεμονία · ἡγεύμεναι δὲ ἀγεληδὸν ποιεῦσι οἷόν περ ἐποίευν οἱ ἔρσενες · τῶν γὰρ ᾠῶν ἀπορραίνουσι κατʼ ὀλίγους τῶν κέγχρων , οἱ δὲ ἔρσενες καταπίνουσι ἑπόμενοι . εἰσὶ δὲ οἱ κέγχροι οὗτοι ἰχθύες .
2.93.3 ἐκ δὲ τῶν περιγινομένων καὶ μὴ καταπινομένων κέγχρων οἱ τρεφόμενοι ἰχθύες γίνονται . οἳ δʼ ἂν αὐτῶν ἁλῶσι ἐκπλώοντες ἐς θάλασσαν , φαίνονται τετριμμένοι τὰ ἐπʼ ἀριστερὰ τῶν κεφαλέων , οἳ δʼ ἂν ὀπίσω ἀναπλώοντες , τὰ ἐπὶ δεξιὰ τετρίφαται .
2.93.4 πάσχουσι δὲ ταῦτα διὰ τόδε · ἐχόμενοι τῆς γῆς ἐπʼ ἀριστερὰ καταπλώουσι ἐς θάλασσαν , καὶ ἀναπλώοντες ὀπίσω τῆς αὐτῆς ἀντέχονται , ἐγχριμπτόμενοι καὶ ψαύοντες ὡς μάλιστα , ἵνα δὴ μὴ ἁμάρτοιεν τῆς ὁδοῦ διὰ τὸν ῥόον .
2.93.5 ἐπεὰν δὲ πληθύνεσθαι ἄρχηται ὁ Νεῖλος , τά τε κοῖλα τῆς γῆς καὶ τὰ τέλματα τὰ παρὰ τὸν ποταμὸν πρῶτα ἄρχεται πίμπλασθαι διηθέοντος τοῦ ὕδατος ἐκ τοῦ ποταμοῦ · καὶ αὐτίκα τε πλέα γίνεται ταῦτα καὶ παραχρῆμα ἰχθύων σμικρῶν πίμπλαται πάντα .
2.93.6 κόθεν δὲ οἰκὸς αὐτοὺς γίνεσθαι , ἐγώ μοι δοκέω κατανοέειν τοῦτο · τοῦ προτέρου ἔτεος ἐπεὰν ἀπολίπῃ ὁ Νεῖλος , οἱ ἰχθύες ἐντεκόντες ᾠὰ ἐς τὴν ἰλὺν ἅμα τῷ ἐσχάτῳ ὕδατι ἀπαλλάσσονται · ἐπεὰν δὲ περιελθόντος τοῦ χρόνου πάλιν ἐπέλθῃ τὸ ὕδωρ , ἐκ τῶν ᾠῶν τούτων παραυτίκα γίνονται οἱ ἰχθύες οὗτοι .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.92.5 | Hdt. 2.93.4 (English) | >>Hdt. 2.94.2 |